Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.35 Dem. 45.39 (English) >>Dem. 45.42

45.38τί οὖν μαθόντες ἐμαρτυρεῖθʼ ὑμεῖς ἐν προκλήσει διαθήκας, ἀλλʼ οὐκ ἐκείνους εἰᾶτε; εἰ γὰρ αὖ μὴ φήσουσιν εἰδέναι τὰ γεγραμμένʼ ἐν αὐταῖς, πῶς ὑμᾶς οἷόν τʼ εἰδέναι τοὺς μηδαμῇ μηδαμῶς τοῦ πράγματος ἐγγύς; τί ποτʼ οὖν οἱ μὲν ἐκεῖνα, οἱ δὲ ταῦτʼ ἐμαρτύρησαν; ὅπερ εἴρηκα καὶ πρότερον, διείλοντο τἀδικήματα, καὶ ἐπιτροπεῦσαι μὲν κατὰ διαθήκην οὐδὲν δεινὸν ἡγεῖτο μαρτυρεῖν μαρτυρῶν, οὐδʼ ἐπιτροπευθῆναι κατὰ διαθήκην, 45.39ἀφαιρῶν ἑκάτερος τὸ μαρτυρεῖν τὰ ἐν ταῖς διαθήκαις ὑπὸ τούτου γεγραμμένα, οὐδὲ καταλιπεῖν τὸν πατέρʼ αὑτῷ ἐπιγεγραμμένον γραμματεῖον διαθήκην, οὐδὲ τὰ τοιαῦτα· διαθήκας δὲ μαρτυρεῖν, ἐν αἷς χρημάτων τοσούτων κλοπή, γυναικὸς διαφθορά, γάμοι δεσποίνης, πράγματʼ αἰσχύνην καὶ ὕβριν τοσαύτην ἔχοντα, οὐδεὶς ἤθελε πλὴν οὗτοι, πρόκλησιν κατασκευάσαντες, παρʼ ὧν δίκαιον τῆς ὅλης τέχνης καὶ κακουργίας δίκην λαβεῖν.

45.40ἵνα τοίνυν, ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐξ ὧν ἐγὼ κατηγορῶ καὶ ἐλέγχω, δῆλος ὑμῖν γένηται τὰ ψευδῆ μεμαρτυρηκὼς οὑτοσὶ Στέφανος, ἀλλὰ καὶ ἐξ ὧν πεποίηκεν παρασχόμενος αὐτόν, τὰ πεπραγμένʼ ἐκείνῳ βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. ὅπερ δʼ εἶπον ἀρχόμενος τοῦ λόγου, δείξω κατηγόρους γιγνομένους αὐτοὺς ἑαυτῶν. τὴν γὰρ δίκην, ἐν ταῦτʼ ἐμαρτυρήθη, παρεγράψατο Φορμίων πρὸς ἐμὲ μὴ εἰσαγώγιμον εἶναι, ὡς ἀφέντος ἐμοῦ τῶν ἐγκλημάτων αὐτόν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.35 Dem. 45.39 (English) >>Dem. 45.42

Powered by PhiloLogic